Ἐκ χειρογράφου δημοσιευθέντος εἰς τὸ ἔργον
«Ὑμνογραφικὰ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου»,
ἐπιμελείᾳ Ἀρχιμ.Φιλοθέου Νικολάκη καὶ Γεωργίου Μαγκιρίδη,
Ἀθῆμαι 2005, ἐκδ.ΕΠΤΑΛΟΦΟΣ
Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ
Ὡς τοῦ Χριστοῦ Μεγαλομάρτυρα παμμέγιστον, καὶ τῆς Παρθένου κατὰ πάντα φίλον γνήσιον, ἀνυμνοῦμέν σε, Γεώργιε στρατηλάτα. ἀλλ’ ὡς ἔχων ἐξ αὐτῆς τοῦ Ὄρους ἅπασαν προστασίαν καὶ ἡμᾶς ἀεὶ περίσωζε τοὺς βοῶντάς σοι· Χαίροις Μάρτυς Γεώργιε.
Ἄγγελοι σοὺς ἀγῶνας καὶ τοὺς ἄθλους ἰδόντες, ἐθαύμασαν Γεώργιε Μάρτυς (γ΄)· ἄνθρωποι δὲ καὶ τῶν Ἀσωμάτων τάγματα, σὲ νικητὴν συνέχαιρον· καὶ ἔκθαμβος ὁ Μιχαὴλ Ἀρχάγγελος, πρὸς σὲ κραυγάζει ταῦτα·
Χαῖρε, ὁ μείζων ἐν ἀθλοφόροις·
χαῖρε, ὁ μέγας ἐν τοῖς ἀνθρώποις.
Χαῖρε, Καππαδόκων τὸ ἄνθος τὸ εὔοσμον·
χαῖρε, Παλαιστίνης τὸ κλέος τὸ ἔνθεον. Χαῖρε, Μάρτυς καὶ υἱὸς Μάρτυρος χριστιανοῦ πατρός·
χαῖρε, οὗ τῷ τάφῳ ὥρκισε μήτηρ σου Χριστῷ μεῖναι
πιστός.
Χαῖρε, ὅτι τῷ κάλλει ὡς Ἀρχάγγελος ὤφθης·
χαῖρε, ὅτι ἐν ἵππῳ ἀστραπὴ καθωράθης.
Χαῖρε, στρατοῦ τὸ ἔξοχον θέαμα·
χαῖρε, λαοῦ θρῦλος καὶ ἴνδαλμα.
Χαῖρε, Θεὸν ὁ δοξάσας καὶ Πλάστην·
χαῖρε, ὑπέρτερος πάντων ἐν πᾶσι·
Βλέπων σε στρατευθέντα, ὁ δεινὸς Αὐτοκράτωρ,
ἀξίωμα χαρίζει σοι μέγα, ὁπλίτα Γεώργιε· μὴ εἰδὼς
Χριστοῦ πιστόν σε ὁ ἄπιστος, Χιλίαρχον, ἐν τῷ
στρατῷ σὲ ἔθετο, τὸν ψάλλοντα τῇ Τριάδι·
Ἀλληλούϊα.
Γνῶσιν ἔχων εὐθείαν, ὁ σοφὸς πρὸς τὰ θεῖα, ἐγένετο
γνωστὸς ἐν γῇ πάσῃ· καὶ τὴν τῶν Λασσαίων πόλιν
ἔφιππος διελθών, τερατώδη δράκοντα ἀπέκτεινε ὁ
πάγκαλος, διὸ καὶ παρ’ ἡμῶν ἀκούει·
Χαῖρε, Ῥωμαίων στρατοῦ στρατάρχα·
χαῖρε, ἀδικουμένων μέγιστε προστάτα
Χαῖρε, τῆς ἀνδρείας τὸ ἔμψυχον ἄγαλμα·
χαῖρε, τῆς ἁγνείας τὸ ἔξοχον ἄρωμα. Χαῖρε, ὅτι διεσπάραξας δράκοντα τὸν φοβερόν·
χαῖρε, ὅτι φήμην δέδωκας ἥρωος παντὶ λαῷ.
Χαῖρε, ὃς ἐλυτρώσω βασιλίδα θανάτου·
χαῖρε, ὃς ἀπεσπάσω τὸν λαὸν ἐκ βαράθρου.
Χαῖρε, πηγὴν ὁ βλύσας τῷ λόγῳ σου·
χαῖρε, τὴν γῆν πληρώσας πληρώσας θαυμάτων σου.
Χαῖρε, πτωχοῖς τὸν σὸν πλοῦτον σκορπίσας·
χαῖρε, Ἐδὲμ θησαυροὺς ὁ συνάξας·
Χαῖρε, Μάρτυς Γεώργιε.
Δύναμις τοῦ Ὑψίστου, δυνατὸν κατὰ πάντα,
Γεώργιε ἔδειξέ σε, Μάρτυς· καταφρονῶν γὰρ τιμῶν
βασιλέως, αὐτοῦ τὴν ἀθεΐαν ἤλεγξας, καὶ τὸν
Χριστὸν Θεὸν ἐκήρυξας, μεγαλοφώνως κράζων·
Ἀλληλούϊα.
Ἔφιππος ἐν πολέμοις, νίκης τρόπαια φέρεις, διὸ
Τροπαιοφόρος ἐκλήθης· ἐν εἱρκτῇ δὲ κατ’ ὄναρ
Χριστός, φίλημά σοι δέδωκε στεφανώσας σε·
δηλητήρια δὲ πιὼν καὶ μείνας ἀβλαβὴς ἀκούεις παρ’
ἡμῶν τοιαῦτα·
Χαῖρε, Γεώργιε ἀθλοφόρε·
χαῖρε, ἀήττητε τροπαιοφόρε.
Χαῖρε, τῶν Μαρτύρων ὁ πρῶτος καὶ μέγιστος·
χαῖρε, νικητὴς κατὰ πάντων θεόστεπτος.
Χαῖρε, ὅτι τρώσεις ἔφερες σὺ ἐν ὅλῃ σου σαρκί· χαῖρε, ὅτι ἐνεκλείσθης ἐν ζοφώδει φυλακῇ.
Χαῖρε, ὅτι ἐτέρφθης τῇ Δεσπότου ἐμφανίσει·
χαῖρε, ὅτι ἐδέχθης χάριν τῇ Αὐτοῦ κατασπάσει.
Χαῖρε, ἐγγὺς Χριστοῦ ὁ ἱστάμενος·
χαῖρε, Αὐτοῦ τὸ θαῤῥος δεξάμενος.
Χαῖρε, δι’ Ὃν τὰς κολάσεις ὑπέστης·
χαῖρε, πρὸς Ὃν παρ’ ἐλπίδι μετέστης·
Χαῖρε, Μάρτυς Γεώργιε.
Ζέων τοῦ θείου πόθου, ὥσπερ λέων, ὁ Μάρτυς, πρὸς
τοὺς ἀγῶνας ὥρμησεν μόνος· ἐκακουχήθη γὰρ ἐν
δίψῃ καὶ λιμῷ, καὶ ἐπὶ ξύλῳ τοῖς ποσὶ κατεπιέσθη,
καὶ πόνους ὑπομένων τρομερούς, ἐβόα οὕτως·
Ἀλληλούϊα.
Ἤνεγκας τὴν φρικώδη, τοῦ τροχοῦ κακουχίαν, καὶ
ὅλος σὺ μία πληγὴ ἔστης, ὦ Γεώργιε, τοῖς ὁρῶσί σε·
ἀλλ’ ὁ θεῖος Ἄγγελος λύσας τῶν δεσμῶν σὲ ὑγιῆ καὶ
ὡραιότατον ὡς πρὶν ἔδειξεν τοῖς βοῶσι·
Χαῖρε, δαρθεὶς βουνεύροις τὸ σῶμα·
χαῖρε, τυφθεὶς κοντῷ τὴν γαστέρα.
Χαῖρε, ὁ τροχοῦ ὑποστὰς τὴν δυσχέρειαν·
χαῖρε, ὁ Θεοῦ ἐκδεξάμενος πρόνοιαν.
Χαῖρε, ἐν ἀσβέστου λάκκῳ ἐμβληθεὶς τῷ φλογερῷ·
χαῖρε, ἀβλαβὴς ὁ μείνας ἐνδυσάμενος Χριστόν.
Χαῖρε, ὁ ὑπομείνας σιδηρᾶς τε κρηπίδας· χαῖρε, ὁ βηματίσας σὺν αὐταῖς ὥσπερ γίγας.
Χαῖρε, αὐτὰς ποσὶ περιθέμενος·
χαῖρε, αὐτῶν τοὺς ἥλους δεξάμενος.
Χαῖρε, πληγὰς παντὶ τῷ σώματι ὁ ἐσχηκώς·
χαῖρε, τῷ Θεῷ τὸν ὕμνον καὶ τὸ αἷμά σου
προσενεγκών·
Χαῖρε, Μάρτυς Γεώργιε.
Θέλων αὐτόκλητος ἦλθον, καὶ θνήσκω ὑπὲρ
Χριστοῦ προθύμως ἐκραύγαζε τοῖς παρανόμοις ὁ
γενναῖος ὁπλίτης· σῶμά μου ὃ παρέδωκα τῷ Ἰησοῦ,
ὅλον μεληδὸν κατακόψατε, νικᾷ γὰρ Χριστοῦ ὁ
πόθος τῆς σαρκὸς τὸν πόνον ἐν τῷ ψάλλειν οὕτως·
Ἀλληλούϊα.
Ἴδον οἱ παρεστῶτες, θεοδώρητον θαῦμα, γενόμενον
διὰ σοῦ ἀθλοφόρε· εἶδον ζωοθέντα νεκρόν, ὃν μετὰ
ταφήν, καὶ χρονίαν ἐν μνήματι κατάθεσιν, θανόντα
πρὸ Χριστοῦ, ἀνέστησας ἀκούων παρὰ πάντων οὕτως·
Χαῖρε, τὸν ἄρχοντα ᾅδου νικήσας·
χαῖρε, νεκρὸν εὐχὴ ἀναστήσας.
Χαῖρε, οὗτος γὰρ τὸν Χριστὸν Θεὸν ἐκήρυξε·
χαῖρε, ὅτι καὶ αὖθις πεσὼν προσεκύνησε.
Χαῖρε, ὅτι σὺ ἀπέδειξας τὴν ἀνάστασιν νεκρῶν·
χαῖρε, ὁ τὸ δεσμωτήριον διδακτήριον ποιῶν. Χαῖρε, ὅτι καὶ λίθον δέχεταί σου τὸ στῆθος·
χαῖρε, ὅτι βασάνων ὑπομένεις τὸ πλῆθος.
Χαῖρε, δι’ οὗ Χριστὸς συνδοξάζεται·
χαῖρε, δι’ οὗ ἐχθρὸς μυκτηρίζεται.
Χαῖρε, Γεώργιε τὴν γῆν ὁ οὐρανώσας·
χαῖρε, τὰ οὐράνια ἄθλοις σου ὁ ἐκθαμβώσας·
Χαῖρε, Μάρτυς Γεώργιε.
Κάτω, τοὺς εἰς τὰ ἄνω τοῦ βωμοῦ ἱσταμένους θεούς,
τοὺς μὴ θεούς, διὰ λόγου συνέτριψας· εἷς μόνος
Θεός ἐστιν ὁ Χριστός, τοῦ ἐν τῷ εἰδώλῳ δαίμονος
ὁμολογοῦντος μέν, ἀλλὰ μηδέποτε βοῶντος οὕτως·
Ἀλληλούϊα.
Λέλυται ὁ Διοκλητιανὸς τῆς ἐλπίδος, καὶ δίδωσι
κατὰ τοῦ ἁγίου, καὶ αὐτῆς τῆς βασιλίσσης
Ἀλεξάνδρας, θανάτου τὴν ἀπόφασιν· καὶ νῦν ὁ
μέγας τοῦ Χριστοῦ πρωταθλητής, δέχεται χαίρων
καὶ ἡμῶν τὸν ὕμνον, ἀναβοώντων πόθῳ·
Χαῖρε, Γεώργιε χριστομάρτυς·
χαῖρε, σὺν τῇ Ἀλεξάνδρᾳ αὖθις.
Χαῖρε, βασιλέαν ἐλέγξας τὸν ἄθεον·
χαῖρε, βασιλίδος ὁ δείξας τὸ φιλόθεον.
Χαῖρε, ὅτι ξίφος ἔκοψεν τὴν ὡραίαν κεφαλήν·
χαῖρε, ὅτι στέφος εἴληφας ἄφθαρτον ἐν οὐρανοῖς.
Χαῖρε, ὅτι τὸ σῶμά σου καταλέλοιπας ἐν γῇ· χαῖρε, ὅτι τὸ πνεῦμά σου ἔδωκας Θεοῦ χειρί.
Χαῖρε, δι’ ὃ οἰκεῖς τὰ οὐράνια·
χαῖρε, δι’ ὃ φρουρεῖς τὰ ἐπίγεια.
Χαῖρε, δι’ οὗ ἐκ κινδύνων λυτρούμεθα·
χαῖρε, δι’ οὗ εὐφροσύνης πληρούμεθα.
Χαῖρε, Μάρτυς Γεώργιε.
Μέγαν σοι ᾠκοδόμησε ναόν, Κωνσταντῖνος ὁ
Μέγας, τῷ σῷ τάφῳ ἐν Λύδδᾳ· ἐν ᾧ κατετέθη θείᾳ
χάριτι, ἡ σὴ ἁγία σορός, πρὸς ὃν ἐνατενίζοντες,
λατρείαν νῦν προσφέρομεν Θεῷ καὶ ὕμνον, τὸν χερουβικόν·
Ἀλληλούϊα.
Νῦν, πανένδοξε Μάρτυς, ἡ λαμπρὰ ἑορτή σου, δὶς
τοῦ ἔτους τελεῖται, στρατάρχα· ἐν αἷς, ἄρχοντες,
λαὸς καὶ ἅπασαι φυλαὶ τῆς γῆς, προστρέχοντες τοῖς
σοῖς ναοῖς, βοῶσιν ἐν ἀγαλλιάσει οὕτως·
Χαῖρε, λαμπρὸν τῆς χάριτος ἔαρ·
χαῖρε, θνητῶν ἀθάνατον νέκταρ.
Χαῖρε, Ἐκκλησίας δόξα καὶ θρίαμβος·
χαῖρε, εὐσεβῶν βασιλέων ὑπέρμαχος.
Χαῖρε, ὅτι τῇ κοιμήσει σου ἔαρ χαίρει καὶ σκιρτᾷ·
χαῖρε, ὅτι τὴν μετάθεσιν τοῦ σκήνους σου χειμὼν ὁρᾷ.
Χαῖρε, ὁ ἁγιάζων τὴν περίοδον πᾶσαν· χαῖρε, ὁ καταυγάζων τὴν περίγειον πᾶσαν.
Χαῖρε, δι’ οὗ σκιρτῶσι φιλέορτοι·
χαῖρε, ἐν ᾧ θρηνοῦσιν οἱ δαίμονες.
Χαῖρε, χαρᾶς ὁ τρυφῶν οὐρανίου·
χαῖρε, ἡμᾶς ὁ πληρῶν παντὸς θείου·
Χαῖρε, Μάρτυς Γεώργιε.
Ξένα σου Μάρτυς φαίνει, τὰ τεράστια πάντα,
Γεώργιε, καὶ λίαν φρικώδη· τὸν γὰρ δαίμονα
προστάζει σου δεσμοῖς κρατεῖς ἀμετάθετον,
ταπεινώσας τὸν ὑπερήφανον, τὸν μὴ ταπεινούμενον
καὶ τῷ Θεῷ κραυγάζειν οὕτως·
Ἀλληλούϊα.
Ὅλος ἀπενεκρώθη, ὁ τὸ τόξον εὐθύνας, τοῦ βλάψαι
τὴν εἰκόνα σου, Μάρτυς, ἐν τῷ ναῷ σου Σαρακηνός,
οὗ τὸ βέλος πρὸς ἑαυτὸν ἐπέστρεψεν· σὺ δὲ τοῦτον
ἀνέστησας, φρικτῷ θαύματι, σοὶ βοῶντα·
Χαῖρε, ναοῦ σου ἡ εὐκοσμία·
χαῖρε, στρατοῦ σου ἡ πανοπλία.
Χαῖρε, τῶν ἀπίστων τὸ τραῦμα Γεώργιε·
χαῖρε, τῶν πιστῶν τὸ θαῦμα μυριόνικε.
Χαῖρε, ὅτι πανταχοῦ ἠγέρθη σοι σεβάσμιος ναός·
χαῖρε, ὅτι σὴ σεπτὴ εἰκὼν ὑπάρχει ἐν παντὶ Θεοῦ ναῷ.
Χαῖρε, τὸν φονευθέντα ἀσεβῆ ὁ ἀναστήσας· χαῖρε, ὁ τὸν δυσσεβοῦντα Μάρτυρα Χριστοῦ ποιήσας.
Χαῖρε, ὁ δοὺς τῷ μὲν ἀναζώωσιν·
χαῖρε, ὁ δοὺς τῷ δὲ τὴν συγχώρησιν.
Χαῖρε, ὁ ὁμοιάζων τῇ ψυχῇ σου Ἀγγέλοις·
χαῖρε, ὁ ὑπερβάλλων τοὺς πολλοὺς ἐν τῷ κάλλει·
Χαῖρε, Μάρτυς Γεώργιε.
Πᾶσα τάξις Ἀγγέλων, καὶ πιστῶν Ὀρθοδόξων,
δοξάζει σε καὶ ἀπίστων, Μάρτυς· καὶ τὰ σὰ
θαυμάσια σοφέ, καὶ τὴν πρὸς Θεὸν παῤῥησίαν
βλέπουσα, βοᾷ ἐν παντὶ τόπῳ πρὸς Αὐτὸν καὶ μετὰ
σοῦ ἀπαύστως·
Ἀλληλούϊα.
Ῥῦσαι, παντὸς κινδύνου, τοὺς ἡμᾶς σὲ καλοῦντας,
καὶ δέχου τὰς ἡμῶν ἱκεσίας, ὡς ἐδέξω τῶν
ἁπανταχοῦ τῆς Οἰκουμένης ἐν αἰχμαλωσίᾳ,
θρήνους καὶ δάκρυα, οὓς ὡς συμπαθὴς
ἠλευθέρωσας, ἀκούων παρὰ πάντων οὕτως·
Χαῖρε, ὁ Ἄγγελος ἐν ἀνθρώποις·
χαῖρε, ὁ ἔνυλος ἐν Ἀγγέλοις.
Χαῖρε, ὁ κατορθώσας τελειότητος μέτρον·
χαῖρε, ὁ ἐπιφθάσας ἁγιότητος ὕψος.
Χαῖρε, ὅτι πολλοὺς ἔσωσας αἰχμαλώτους ἀθλητά·
χαῖρε, ὅτι τούτους ἔπλησας τῆς ἐνθέου σου χαρᾶς. Χαῖρε, ὁ θριαμβεύσας κατ’ ἐχθρῶν ἐν πολέμοις·
χαῖρε, ὁ ταπεινώσας τὸν ἐχθρὸν θείοις ἔργοις.
Χαῖρε, ὁ ἐν πολέμου τῇ τέχνῃ ἀνίκητος·
χαῖρε, ὁ ἐν πᾶσι τοῖς ἄθλοις ἀκαταγώνιστος.
Χαῖρε, ἐλπὶς καὶ χαρὰ αἰχμαλώτων·
χαῖρε, ἰσχὺς καὶ στοργὴ ἀδυνάτων·
Χαῖρε, Μάρτυς Γεώργιε.
Σῶσον, Θεέ μου σοὺς δούλους, δι’ ἐμοῦ, τοὺς
τιμῶντάς με, ὁ Μάρτυς Γεώργιος κράζει· καὶ ὡς
Ἄγγελος, ὡς ἀστραπὴ ἐν ἵππῳ λευκῷ, διατρέχων
γῆν καὶ οὐρανούς, προφθάνει πάντας πανταχοῦ,
κραυγάζων ἐν θριάμβῳ οὕτως·
Ἀλληλούϊα.
Τέρπεται ὁ ναός σου, ὁ σεπτὸς τῇ σῇ δόξῃ,
θαυμάτων τε δεικνύμενος κρήνη· οὐκ ἔστιν γὰρ οὐ
γῆ οὐδὲ θάλασσα, οὐ πόλις οὐκ ἔρημος, ἔνθα τῶν
θαυμάτων οἱ κρουνοί, οὐχ ὑπερβλύζουσι τοῖς
ἐκβοῶσι μετὰ δέους ταῦτα·
Χαῖρε, τὸ ἄστρον τῆς ἐκκλησίας·
χαῖρε, τὸ ἄνθος ἀθανασίας.
Χαῖρε, ποταμὸς τῶν θαυμάτων ἀένναος·
χαῖρε, ἰατρὸς τῶν νοσούντων ὁ εὔσπλαγχνος.
Χαῖρε, σώματος ὡραιοτάτου ὑπεριδὼν ὄντως ἁγνέ·
χαῖρε, ψυχῆς σου ἀθανάτου ἐπιμελησάμενος σοφέ. Χαῖρε, ὑπερασπίζων τοὺς πιστοὺς ἐν ἀνάγκαις·
χαῖρε, ὁ ἐκφοβίζων τοὺς ἀπίστους πολλάκις.
Χαῖρε, ὁ προκρίνας τῆς ζωῆς ὑπὲρ Χριστοῦ τίμιον
θάνατον·
χαῖρε, ὁ κερδίσας δόξαν τὴν παρ’ Αὐτοῦ τὴν
ἀθάνατον.
Χαῖρε, τὸ βλέπειν τοῖς τυφλοῖς ὁ χαρίζων·
χαῖρε, τοῖς νοσοῦσιν θείαν ἴασιν δίδων·
Χαῖρε, Μάρτυς Γεώργιε.
Ὕμνος μέγας σοι πρέπει, τῷ κοινῷ εὐεργέτῃ,
Γεώργιε, τοῦ κόσμου προστάτα· σὺ γὰρ οὐ λείπεις
φρουρεῖν καὶ σκέπειν ἐκ παντοίων κινδύνων καὶ
θλίψεων, τοὺς σὲ ποθοῦντας Ἅγιε, καὶ ᾄδοντας ἐν
τῷ ναῷ σου οὕτως·
Ἀλληλούϊα.
Φέροντες Μάρτυς νῦν ἄνθη τῇ θαυματουργῷ σου
εἰκόνι, θερμῶς εὐχαριστοῦμέν σοι πάντες· καὶ μὲν
τῷ θείῳ σου ναῷ, ὑμνοῦμεν τὴν σὴν δόξαν
θεοδόξαστε, ἐν δὲ τῇ μνήμῃ Μάρτυς τῶν θαυμάτων
σου, θάμβει βοῶμεν οὕτως·
Χαῖρε, ὁ πρόμαχος ὄρους Ἄθω·
χαῖρε, ἀείῤῥοος κρήνη θαυμάτων.
Χαῖρε, τοῦ στρατοῦ σου ὁ μέγας ταξίαρχος·
χαῖρε, τοῦ λαοῦ σου ὁ θεῖος εἰρήναρχος. Χαῖρε, ὁ ἐν εὐγενείᾳ γένους σου διακριθείς·
χαῖρε, τῆς μονῆς Ζωγράφου ἐν τῷ Ἄθῳ ὁ λαμπτήρ.
Χαῖρε, ὁ θαυμαστώσας σου ἁγίαν εἰκόνα·
χαῖρε, ὁ ἀποστείλας μοναχοῖς δῶρον μέγα.
Χαῖρε, ὁ δοὺς ἡμῖν ῥῶσιν σώματός τε καὶ ψυχῆς·
χαῖρε, ὁ δοὺς ἡμῖν γνῶσιν ἔνθεον καὶ θαυμαστήν.
Χαῖρε, τοὺς πάσχοντας Μάρτυς ὁ προφθάνων·
χαῖρε, πρεσβείαν Θεῷ ὁ προσάγων·
Χαῖρε, Μάρτυς Γεώργιε.
Χάριν θείαν πλουτήσας, ὦ Γεώργιε μάκαρ, ὁ
μέγιστος ἡμῶν ἀντιλήπτωρ, Χριστῷ πρέσβευε ὑπὲρ
ἡμῶν, τῶν προσκυνούντων οἶκόν σου σεπτὸν Ἅγιε,
ποιεῖν Αὐτοῦ τὸ θέλημα ἐν φόβῳ πάντοτε, ἵνα
κράξωμεν οὕτως·
Ἀλληλούϊα.
Ψάλλοντές σου τὸν ὕμνον, ἐν ἁγίῳ ναῷ σοῦ,
Γεώργιε, βοῶμέν σοι πάντες· τῷ Θεῷ μὴ παύσῃ τοῦ
αἰτεῖν τῶν πταισμάτων ἄφεσιν, μετάνοιαν, εἰρήνην
τε σοῖς δούλους, τοῖς βοῶσί σοι, μεγαλομάρτυς·
Χαῖρε, ὁ ἄρχων Καππαδοκίας·
χαῖρε, ὁ μύστης τῆς θεαρχίας.
Χαῖρε, τῶν ἐν Ἄθῳ μονῶν προϊστάμενος·
χαῖρε, τῶν ἐν θλίψει ἀεὶ παριστάμενος.
Χαῖρε, ἄνω σὺν Δημητρίῳ παραστάτης τοῦ Χριστοῦ· χαῖρε, κάτω τῶν δυνάμεων ὁ προστάτης τοῦ στρατοῦ.
Χαῖρε, ὑπὲρ τῶν ὅλων τῷ Θεῷ ἱκετεύων·
χαῖρε, ὁ τῶν σῶν δούλων ἐκτενῶς προστατεύων.
Χαῖρε, ἁγίων ὁ προφιλέστερος·
χαῖρε, Μαρτύρων ὁ ἐνδοξότερος.
Χαῖρε, τῶν στρατευομένων ὁ γενναῖος προστάτης·
χαῖρε, φωτὸς τρισηλίου ὁ ἐνθεώτατος λάτρης·
Χαῖρε, Μάρτυς Γεώργιε.
Ὦ Γεώργιε Μάρτυς, πρωτοστράτηγε τοῦ Βασιλέως
Χριστοῦ καὶ δόξα στρατοῦ σου· (γ΄) προσδεξάμενος
τὴν προσφορὰν ἡμῶν, ἐκ παντοίων ῥῦσαι κινδύνων
τοὺς ὑμνοῦντάς σε καὶ ἐκ πάσης ἀνομίας, τοὺς Θεῷ
βοῶντας·
Ἀλληλούϊα.
Καὶ πάλιν τὸ Κοντάκιον
Ὡς τοῦ Χριστοῦ Μεγαλομάρτυρα παμμέγιστον, καὶ
τῆς Παρθένου κατὰ πάντα φίλον γνήσιον,
ἀνυμνοῦμέν σε, Γεώργιε στρατηλάτα. ἀλλ’ ὡς ἔχων
ἐξ αὐτῆς τοῦ Ὄρους ἅπασαν προστασίαν καὶ ἡμᾶς
ἀεὶ περίσωζε τοὺς βοῶντάς σοι· Χαίροις Μάρτυς
Γεώργιε.
http://agioritikoslogos.blogspot.gr/ http://agiosmgefiras.blogspot.gr/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου